Here’s the Greek text of 2 Timothy 3:1-9. I'm preaching on it this coming Sunday at Redeemer. (9/8/13)
I’ve highlighted some cognates. Try to pronounce them, and
recognize the English cognate.
Go here (The Online Greek Bible) and move your cursor over these
individual words to see the lexical definitions.
I've highlighted one verse I will be especially emphasizing - 2 Tim. 3:5.
1Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται
καιροὶ χαλεποί: 2ἔσονταιγὰρ οἱ ἄνθρωποι φίλαυτοι,
φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι,γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, 3ἄστοργοι, ἄσπονδοι,
διάβολοι, ἀκρατεῖς,ἀνήμεροι, ἀφιλάγαθοι, 4προδόται,
προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢφιλόθεοι,
5ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς
ἠρνημένοι: καὶτούτους ἀποτρέπου. 6ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶαἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαιςποικίλαις,
7πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν
ἀληθείας ἐλθεῖνδυνάμενα. 8ὃν τρόπον δὲ Ἰάννης καὶ
Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοιἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴνπίστιν: 9ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖον, ἡ γὰρ
ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν,ὡς καὶ ἡ ἐκείνων
ἐγένετο.